Τρίτη 31 Οκτωβρίου 2017

ΠΑΡΑΣΚΕΥΗ ΠΡΟΣΦΟΡΟΥ ΜΕ ΠΡΟΖΥΜΙ ΑΠΟ ΤΟΝ ΑΓΙΑΣΜΟ ΤΗΣ ΥΨΩΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ


Για άλλη μία φορά σήμερα 30/10/2017 η ευλαβής ενορίτισα μας κα Δήμητρα Λαμπρινάκου δέχτηκε ακούραστα να μας μεταφέρει τις γνώσεις της για την παρασκευή προσφόρου από προζύμι που φτιάχνουμε την ημέρα της Υψώσεως του Τιμίου Σταυρού.

Κυριακή 29 Οκτωβρίου 2017

ΤΙ ΕΙΝΑΙ Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Του αρχιμ. Ιακώβου Κανάκη

Τι είναι η Θεία Λειτουργία; Το κορυφαίο γεγονός επάνω στη γη. Λίγος άρτος γίνεται Σώμα Χριστού και λίγος οίνος Αίμα Χριστού. Ο Χριστός πού γίνεται Εμμανουήλ καί παρατείνεται στούς αιώνες, αὐτό είναι η Θεία Λειτουργία. Αυτό θα γίνεται «εις το διηνεκές»[1],«πάντα καί διά πάντα». Ο Ίδιος παρέδωσε τό Μυστήριο αυτό το βράδυ του Μυστικού Δείπνου με την εντολή να πράττουμε το ίδιο λέγοντας: «τούτο ποιείτε εις την εμήν ανάμνησιν».[2] Όλη η οικονομία του Θεού βιώνεται στο Μυστήριο αυτό. Εκεί σαρκώνεται κατά το «το Θεόν γενέσθαι άνθρωπον και σταυρωθήναι και αναστήναι».[3] Το μέγιστο αυτό Μυστήριο υπάρχει διότι «Ούτως γαρ ηγάπησεν ο Θεός τον κόσμον, ώστε τον Υιόν αυτού τον μονογενή έδωκεν, ίνα πας ο πιστεύων εις αυτόν μη απόληται, αλλ᾽ έχη ζωήν αιώνιον».[4] Τα προσφερόμενα δώρα του Μυστηρίου δεν μεταποιούνται φανταστικά ή εικονικά. Δεν εικονίζουν ούτε αναπαριστούν το Χριστό, αλλά κατά τον άγιο Νικόδημο τον Αγιορείτη έχουμε ταύτιση συμβόλου και συμβολιζομένου. Επίσης, «Επειδή δε ουκ άλλο και άλλο σώμά εστι, αλλ᾽ εν και το αυτό πραγματικώς…» κατά τον ιερό Καβάσιλα.[5]

Σάββατο 28 Οκτωβρίου 2017

Το Ευαγγέλιο της Κυριακής

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 29 Ὀκτωβρίου 2017, Ζ΄ Λουκᾶ (Λουκ. η΄ 41-56)

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ ᾿Ιησοῦ, ᾧ ὄνομα ᾿Ιάειρος, καὶ αὐτὸς ἄρχων τῆς συν­αγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. ᾿Εν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. καὶ γυνὴ οὖσα ἐν ρύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆ­ναι, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ρύσις τοῦ αἵματος αὐτῆς. καὶ εἶπεν ὁ ᾿Ιησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου; ὁ δὲ ᾿Ιησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ. ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. ῎Ετι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυν­αγώγου λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. ὁ δὲ ᾿Ιησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ ᾿Ιωάννην καὶ ᾿Ιάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. ἔκλαιον δὲ πάντες καὶ ἐκόπτον­το αὐτήν. ὁ δὲ εἶπε· μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· ἡ παῖς, ἐγείρου. καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς. ὁ δὲ παρήγ­γειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

Κυριακή 15 Οκτωβρίου 2017

Το Ευαγγέλιο της Κυριακής

Εὐαγγελικὸ ἀνάγνωσμα Κυριακῆς 15 Ὀκτωβρίου 2017, Δ΄ Λουκᾶ, τῶν Ἁγίων Πατέρων τῆς Ζ΄ Οἰκουμενικῆς Συνόδου (Λουκ. η΄ 5-15)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό· καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. ᾿Επηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη. ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέπον­τες μὴ βλέπωσι καὶ ἀ­κού­οντες μὴ συνιῶσιν. ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπό­ρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαν­τες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀ­κούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλού­του καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι. τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κα­τέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ. ταῦτα λέ­γων ἐφώνει· ὁ ἔ­χων ὦτα ἀκούειν ἀκουέτω.

Σάββατο 7 Οκτωβρίου 2017

Το Ευαγγέλιο της Κυριακής

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 8 Ὀκτωβρίου 2017, Γ΄ Λουκᾶ (Λουκ. ζ΄ 11-16)

Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ ᾿Ιησοῦς εἰς πόλιν καλουμένην Ναΐν· καὶ συν­επορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογε­νὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐ­τῇ· μὴ κλαῖε· καὶ προσ­ελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. καὶ ἀν­εκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔ­δω­­κεν αὐτὸν τῇ μη­τρὶ αὐ­­τοῦ. ἔλαβε δὲ ­φό­­­βος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγον­τες ὅτι προ­φήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.