Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς.
Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι.
Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ.

Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος.
Τί πλέον θέλεις;
τί τὸν φιλοῦντα ἀποστρέφῃ;
τί τῷ κόσμῳ κάμνεις;
τί εἰς πίθον ἀντλεῖς τετρημένον;
ΑΓ. ΙΩΆΝΝΟΥ ΧΡΥΣΟΣΤΌΜΟΥ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου