Σάββατο 6 Αυγούστου 2016 Εὐαγγέλιον: ἑορτῆς
(Μτθ. ιζ΄ 1 - 9):
Καὶ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς
τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς
εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν· 2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε
τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. 3
καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. 4 ἀποκριθεὶς
δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις,
ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. 5 ἔτι αὐτοῦ
λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς
νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. 6
καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν
σφόδρα. 7 καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ
φοβεῖσθε. 8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν
μόνον. 9 καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς
λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
ΕΡΜΗΝΕΙΑ
Π. Ν. ΤΡΕΜΠΕΛΑ
Υστερα ἀπό ἕξι
ἡμέρες ὁ Ἰησοῦς πῆρε μαζί του τόν Πέτρο, τόν Ἰάκωβο καί τόν Ἰωάννη τόν ἀδελφό
του καί τούς ἀνέβασε σ’ ἕνα ψηλό βουνό, ἰδιαιτέρως μόνον αὐτούς. 2 Καί ἐκεῖ
μεταμορφώθηκε μπροστά τους· κι ἔγινε τό πρόσωπό του λαμπρό σάν τόν ἥλιο, καί τά
ἐνδύματά του λευκά σάν τό φῶς. 3 Καί τότε ἐμφανίσθηκαν σ’ αὐτούς ὁ Μωυσῆς
καί ὁ Ἠλίας, οἱ ὁποῖοι συνομιλοῦσαν μαζί του. 4 Ὁ Πέτρος τότε εἶπε στόν Ἰησοῦ:
Κύριε, εἶναι ὡραῖα νά μείνουμε ἐδῶ. Ἄν θέλεις, ἄς κάνουμε ἐδῶ τρεῖς σκηνές·
μία γιά σένα καί μία γιά τόν Μωυσῆ καί μία γιά τόν Ἠλία. 5 Κι ἐνῶ αὐτός
μιλοῦσε ἀκόμη, ξαφνικά μιά νεφέλη γεμάτη φῶς τούς σκέπασε. Καί ξαφνικά ἀκούστηκε
φωνή ἀπό τή νεφέλη πού ἔλεγε: Αὐτός εἶναι ὁ υἱός μου, πού ἐξαιρετικά τόν ἀγαπῶ
καί στόν ὁποῖο εὐαρεστήθηκα. Νά ὑπακοῦτε σ’ αὐτόν. 6 Μόλις οἱ μαθητές ἄκουσαν
τή φωνή αὐτή, ἔπεσαν μέ τό πρόσωπο στό χῶμα καί φοβήθηκαν πάρα πολύ. 7
Τότε τούς πλησίασε ὁ Ἰησοῦς, τούς ἄγγιξε καί τούς εἶπε: Σηκωθεῖτε καί μή
φοβάστε. 8 Κι ὅταν αὐτοί σήκωσαν τά μάτια τους, δέν εἶδαν κανέναν ἄλλο
παρά μόνο τόν Ἰησοῦ. 9 Καί καθώς κατέβαιναν ἀπό τό βουνό, τούς παρήγγειλε ὁ
Ἰησοῦς καί τούς εἶπε: Μήν πεῖτε σέ κανέναν αὐτό πού εἴδατε, μέχρι νά ἀναστηθεῖ ὁ
υἱός τοῦ ἀνθρώπου ἀπό τούς νεκρούς· τότε δέν θά ὑπάρχει κίνδυνος ἄκαιρων ἐνθουσιασμῶν
τοῦ πλήθους, ἀλλά καί τό γεγονός αὐτό θά καταστεῖ περισσότερο κατανοητό καί
πιστευτό.
http://www.osotir.org/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου