Το Αποστολικό Ανάγνωσμα 19/3/2017 Προς Εβραίους Επιστολή Παύλου (δ΄14 – ε΄6)
Ἀδελφοί,
Ἔχοντες ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας. Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας. Προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ Ἀαρών.
Οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· καθὼς καὶ ἐν ἑτέρῳ λέγει· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί,
Ἀφοῦ ἔχομεν ἀρχιερέα μέγαν, ὁ ὁπ
Διότι κάθε ἀρχιερεὺς λαμβάνεται ἀπὸ ἀνθρώπους καὶ ἐγκαθίσταται ἀρχιερεὺς χάριν τῶν ἀνθρώπων, διὰ νὰ ὑπηρετῇ ἐνώπιον τοῦ Θεοῦ, διὰ νὰ προσφέρῃ δῶρα καὶ θυσίας διὰ τὰς ἁμαρτίας. Μπορεῖ νὰ εἶναι ὑπομονητικὸς πρὸς ἐκείνους οἱ ὁποῖοι βρίσκονται εἰς ἄγνοιαν καὶ πλάνην, διότι καὶ αὐτὸς περιβάλλεται ἀπὸ ἀδυναμίαν, λόγῳ τῆς ὁποίας εἶναι ὑποχρεωμένος νὰ προσφέρῃ θυσίας περὶ ἁμαρτιῶν καὶ διὰ τὸν ἑαυτόν του ὅπως κάνει διὰ τὸν λαόν. Καὶ κανεὶς δὲν παίρνει μόνος του τὴν τιμὴν αὐτήν, ἀλλὰ μόνον ὅταν καλῆται ἀπὸ τὸν Θεόν, καθὼς ἀκριβῶς καὶ ὁ Ἀαρών.
Ἔτσι καὶ ὁ Χριστός, δὲν ἐπῆρε μόνος διὰ τὸν ἑαυτόν του τὴν δόξαν νὰ γίνῃ ἀρχιερεύς, ἀλλ’ ἔγινε ἀρχιερεὺς ἀπὸ ἐκεῖνον ποὺ τοῦ εἶπε, Υἱός μου εἶσαι σύ, ἐγὼ σήμερα σὲ ἐγέννησα, ὅπως καὶ εἰς ἄλλο μέρος λέγει, Σὺ εἶσαι αἰώνιος ἱερεὺς κατὰ τὴν τάξιν τοῦ Μελχισεδέκ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου