Πέμπτη 12 Ιανουαρίου 2017

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ Φωτός, ἐν Ὕμνοις τιμῶντες μεγαλύνομεν.

-Τὴν Θεοτόκον καὶ μητέρα τοῦ Φωτός, ἐν Ὕμνοις τιμῶντες μεγαλύνομεν.
-Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ἠγαλλίασε τό πνεῦμά μου ἐπί τῷ Θεῷ τῷ σωτῆρι μου.
"Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν".


-Ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
"Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν".

-Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός καί ἅγιον τό ὄνομα αὐτοῦ, καί τό ἔλεος αὐτοῦ εἰς γενεάν καὶ γενεάν τοῖς φοβουμένοις αὐτόν.
"Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν".

-Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
"Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν".

-Καθεῖλε δυνάστας ἀπό θρόνων καί ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καί πλουτοῦντας ἐξαπέστειλε κενούς.
"Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν".

-Ἀντελάβετο Ἰσραήλ παιδός αὐτοῦ μνησθῆναι ἐλέους, καθώς ἐλάλησε πρός τούς πατέρας ἡμῶν, τῷ Ἀβραάμ καί τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
"Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν".


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου